Smyth (1922) · Smyth (1922)

Enter Power and Force, bringing with them the captive Prometheus; also Hephaestus.

1 Κρ.Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
5 ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10 ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφ.Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·
ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸν
15 δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασι
20 προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ
ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ
χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
25 πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30 βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
35 ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κρ.εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφ.τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία.
40 Κρ.σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφ.αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κρ.ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ
τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
45 Ἥφ.ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κρ.τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφ.ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κρ.ἅπαντʼ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·
50 ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφ.ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κρ.οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
ὡς μή σʼ ἐλινύοντα προσδερχθῇ πατήρ;
Ἥφ.καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
55 Κρ.βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφ.περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
Κρ.ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
60 Ἥφ.ἄραρεν ἥδε γʼ ὠλένη δυσεκλύτως.