Smyth (1922) · Smyth (1922)

Enter a company of maidens, who have fled from Egypt and just landed on the shores of Argos; with them is their father

1 Χορό.Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
στόλον ἡμέτερον νάιον ἀρθέντʼ
ἀπὸ προστομίων λεπτοψαμάθων
Νείλου. Δίαν δὲ λιποῦσαι
5 χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν
ψήφῳ πόλεως γνωσθεῖσαν,
ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ
γάμον Αἰγύπτου παίδων ἀσεβῆ
10 ʼξʼονοταζόμεναι.
Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
καὶ στασίαρχος τάδε πεσσονομῶν
κύδιστʼ ἀχέων ἐπέκρανε,
φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον,
15 κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ
γένος ἡμέτερον τῆς οἰστροδόνου
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
Διὸς εὐχόμενον τετέλεσται.
τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον
20 τῆσδʼ ἀφικοίμεθα
σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις
ἐριοστέπτοισι κλάδοισιν;
ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,
ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
25 χθόνιοι θήκας κατέχοντες,
καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
πνεύματι χώρας· ἀρσενοπληθῆ δʼ
30 ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,
πρὶν πόδα χέρσῳ τῆ δʼ ἐν ἀσώδει
θεῖναι, ξὺν ὄχῳ ταχυήρει
πέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπι
χειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼ
35 ὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίας
ἁλὸς ἀντήσαντες, ὄλοιντο,
πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
σφετεριξάμενοι πατραδέλφειαν
τήνδʼ ἀεκόντων ἐπιβῆναι.
στρ. 1.
40 Χορό.νῦν δʼ ἐπικεκλομένα
Δῖον πόρτιν ὑπερπόντιον
τιμάορʼ, ἶνίν τʼ
ἀνθονομούσας προγόνου
βοὸς ἐξ ἐπιπνοίας
45 Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼ
ἐπεκραίνετο μόρσιμος αἰὼν
εὐλόγως,
Ἔπαφόν τʼ ἐγέννασεν·
ἀντ. 1.
Χορό.ὅντʼ ἐπιλεξαμένα,
50 νῦν ἐν ποιονόμοις
ματρὸς ἀρχαίας τόποις τῶν
πρόσθε πόνων μνασαμένα,
τά τε νῦν ἐπιδείξω
πιστὰ τεκμήρια γαιονόμοις,
55 τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται.
γνώσεται
δὲ λόγους τις ἐν μάκει.
στρ. 2.
Χορό.εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων
ἔγγαιος οἶκτον [οἰκτρὸν] ἀίων,
60 δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας
Μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάτου τʼ ἀηδόνος,