Coulon (1928) · Athenian Society (1912)
1 Ευ.Ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;
Πι.Διαρραγείης. Ἥδε δ' αὖ κρώζει πάλιν.
Ευ.Τί, ὦ πόνηρ', ἄνω κάτω πλανύττομεν;
Ἀπολούμεθ' ἄλλως τὴν ὁδὸν προφορουμένω.
5 Πι.Τὸ δ' ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον
ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.
Ευ.Τὸ δ' ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον
ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.
Πι.Ἀλλ' οὐδὲ ποῦ γῆς ἐσμὲν οἶδ' ἔγωγ' ἔτι.
10 Ευ.Ἐντευθενὶ τὴν πατρίδ' ἂν ἐξεύροις σύ που;
Πι.Οὐδ' ἂν μὰ Δί' ἐγγετευθενὶ 'ξηκεστίδης.
Ευ.Οἴμοι.
Πι.Σὺ μέν, ὦ τᾶν, τὴν ὁδὸν ταύτην ἴθι.
Ευ.Ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,
ὁ πινακοπώλης Φιλοκράτης μελαγχολῶν,
15 ὃς τώδ' ἔφασκε νῷν φράσειν τὸν Τηρέα,
τὸν ἔποφ', ὃς ὄρνις ἐγένετ', ἐκ τῶν ὀρνέων·
κἀπέδοτο τὸν μὲν Θαρραλείδου τουτονὶ
κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.
Τὼ δ' οὐκ ἄρ' ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.
20 Καὶ νῦν τί κέχηνας; Ἔσθ' ὅποι κατὰ τῶν πετρῶν
ἡμᾶς ἔτ' ἄξεις; οὐ γάρ ἐστ' ἐνταῦθά τις
ὁδός.
Πι.Οὐδὲ μὰ Δί' ἐνταῦθά γ' ἀτραπὸς οὐδαμοῦ.
Ευ.Τί δ' ἡ κορώνη; Τῆς ὁδοῦ τι λέγει πέρι;
Πι.Οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.
25 Ευ.Τί δὴ λέγει περὶ τῆς ὁδοῦ;
Πι.Τί δ' ἄλλο γ' ἢ
βρύκουσ' ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;
Ευ.Οὐ δεινὸν οὖν δῆτ' ἐστὶν ἡμᾶς δεομένους
ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους
ἔπειτα μὴ 'ξευρεῖν δύνασθαι τὴν ὁδόν;
30 Ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,
νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ·
ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς εἰσβιάζεται,
ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,
ἀστοὶ μετ' ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς
35 ἀνεπτόμεθ' ἐκ τῆς πατρίδος ἀμφοῖν τοῖν ποδοῖν,
αὐτὴν μὲν οὐ μισοῦντ' ἐκείνην τὴν πόλιν
τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα
καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.
Οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆν' ἢ δύο
40 ἐπὶ τῶν κραδῶν ᾄδουσ', Ἀθηναῖοι δ' ἀεὶ
ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.
Διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,
κανοῦν δ' ἔχοντε καὶ χύτραν καὶ μυρρίνας
πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,
45 ὅποι καθιδρυθέντε διαγενοίμεθ' ἄν.
Ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα,
τὸν ἔποπα, παρ' ἐκείνου πυθέσθαι δεομένω,
εἴ που τοιαύτην εἶδε πόλιν ᾗ 'πέπτετο.
Πι.Οὗτος.
Ευ.Τί ἐστιν;
Πι.Ἡ κορώνη μοι πάλαι
50 ἄνω τι φράζει.
Ευ.Χὠ κολοιὸς οὑτοσὶ
ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,
κοὐκ ἔσθ' ὅπως οὐκ ἔστιν ἐνταῦθ' ὄρνεα.
Εἰσόμεθα δ' αὐτίκ', ἢν ποήσωμεν ψόφον.
Πι.Ἀλλ' οἶσθ' ὃ δρᾶσον; Τῷ σκέλει θένε τὴν πέτραν.
55 Ευ.Σὺ δὲ τῇ κεφαλῇ γ', ἵν' ᾖ διπλάσιος ὁ ψόφος.
Πι.Σὺ δ' οὖν λίθῳ κόψον λαβών.
Ευ.Πάνυ γ', εἰ δοκεῖ.
Παῖ παῖ.
Πι.Τί λέγεις, οὗτος; Τὸν ἔποπα παῖ καλεῖς;
Οὐκ ἀντὶ τοῦ παιδός σ' ἐχρῆν ἐποποῖ καλεῖν;
Ευ.Ἐποποῖ. Ποήσεις τοί με κόπτειν αὖθις αὖ.
60 Ἐποποῖ.
Θε.Τίνες οὗτοι; Τίς ὁ βοῶν τὸν δεσπότην;