Ussher (1973) · Athenian Society (1912)
1 Πρ.Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου,
κάλλιστ' ἐν εὐστόχοισιν ἐξηυρημένον—
γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·
τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ἄπο
5 μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις—
ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
πειρωμέναισι πλησίον παραστατεῖς,
10 λορδουμένων τε σωμάτων ἐπιστάτην
ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·
στοάς τε καρποῦ Βακχίου τε νάματος
15 πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·
καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
ἀνθ' ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
ἀλλ' οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
20 καίτοι πρὸς ὄρθρον γ' ἐστίν, ἡ δ' ἐκκλησία
αὐτίκα μάλ' ἔσται· καταλαβεῖν δ' ἡμᾶς ἕδρας
δεῖ τὰς ἑταίρας κῶλά θ' ἱζομένας λαθεῖν,
22 ἃς Φυρόμαχός ποτ' εἶπεν, εἰ μέμνησθ' ἔτι.
24 τί δῆτ' ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
25 ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ' ἔχειν;
ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
ἦν χαλεπὸν αὐταῖς; ἀλλ' ὁρῶ τονδὶ λύχνον
προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
30 Γυ. Αὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
ἡμῶν προσιόντων δεύτερον κεκόκκυκεν.
Πρ.ἐγὼ δέ γ' ὑμᾶς προσδοκῶσ' ἐγρηγόρη
τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
τήνδ' ἐκκαλέσωμαι θρυγανῶσα τὴν θύραν.
35 δεῖ γὰρ τὸν ἄνδρ' αὐτῆς λαθεῖν.
Γυ. Βἤκουσά τοι
ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
ἅτ' οὐ καταδαρθοῦσ'. ὁ γὰρ ἀνήρ, ὦ φιλτάτη,
Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ' ἐγώ,
τὴν νύχθ' ὅλην ἤλαυνέ μ' ἐν τοῖς στρώμασιν,
40 ὥστ' ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ 'λαβον.
Πρ.καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
Γυ. Αοὔκουν ἐπείξεσθ'; ὡς Γλύκη κατώμοσεν
τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
45 ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
Γυ. Βτὴν Σμικυθίωνος δ' οὐχ ὁρᾷς Μελιστίχην
σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;
Γυ. Ακαί μοι δοκεῖ
κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
Γυ. Βτὴν τοῦ καπήλου δ' οὐχ ὁρᾷς Γευσιστράτην
50 ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
Γυ. Ακαὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
γυναῖκας, ὅ τι πέρ ἐστ' ὄφελος ἐν τῇ πόλει.
Χο.καὶ πάνυ ταλαιπώρως ἔγωγ', ὦ φιλτάτη,
55 ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ' ὅλην
ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
Πρ.κάθησθε τοίνυν, ὡς ⟨ἂν⟩ ἀνέρωμαι τάδε
ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
60 Γυ. Αἔγωγε. πρῶτον μέν γ' ἔχω τὰς μασχάλας
λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον.
ἔπειθ' ὁπόθ' ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου
ἀλειψαμένη τὸ σῶμ' ὅλον δι' ἡμέρας
ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.