Coulon (1928) · Athenian Society (1912)
1 Ξα.Εἴπω τι τῶν εἰωθότων, ὦ δέσποτα,
ἐφ' οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
Δι.Νὴ τὸν Δί' ὅ τι βούλει γε, πλὴν «Πιέζομαι.»
Τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ' ἤδη χολή.
5 Ξα.Μηδ' ἕτερον ἀστεῖόν τι;
Δι.Πλήν γ' «Ὡς θλίβομαι.»
Ξα.Τί δαί; Τὸ πάνυ γέλοιον εἴπω;
Δι.Νὴ Δία
θαρρῶν γε· μόνον ἐκεῖν' ὅπως μὴ 'ρεῖς—
Ξα.Τὸ τί;
Δι.μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
Ξα.Μηδ' ὅτι τοσοῦτον ἄχθος ἐπ' ἐμαυτῷ φέρων,
10 εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
Δι.Μὴ δῆθ', ἱκετεύω, πλήν γ' ὅταν μέλλω 'ξεμεῖν.
Ξα.Τί δῆτ' ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
εἴπερ ποήσω μηδὲν ὧνπερ Φρυνίχοις
εἴωθε ποιεῖν καὶ Λύκισι κἀμειψίαις
15 σκεύη φέρουσ' ἑκάστοτ' ἐν κωμῳδίᾳ;
Δι.Μή νυν ποήσῃς· ὡς ἐγὼ θεώμενος,
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν ἢ 'νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
Ξα.Ὦ τρισκακοδαίμων ἄρ' ὁ τράχηλος οὑτοσί,
20 ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
Δι.Εἶτ' οὐχ ὕβρις ταῦτ' ἐστὶ καὶ πολλὴ τρυφή,
ὅτ' ἐγὼ μὲν ὢν Διόνυσος, υἱὸς Σταμνίου,
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ' ὀχῶ,
ἵνα μὴ ταλαιπωροῖτο μηδ' ἄχθος φέροι;
25 Ξα.Οὐ γὰρ φέρω 'γώ;
Δι.Πῶς φέρεις γὰρ ὅς γ' ὀχεῖ;
Ξα.Φέρων γε ταυτί.
Δι.Τίνα τρόπον;
Ξα.Βαρέως πάνυ.
Δι.Οὔκουν τὸ βάρος τοῦθ' ὃ σὺ φέρεις ὄνος φέρει;
Ξα.Οὐ δῆθ' ὅ γ' ἔχω 'γὼ καὶ φέρω, μὰ τὸν Δί' οὔ.
Δι.Πῶς γὰρ φέρεις, ὅς γ' αὐτὸς ὑφ' ἑτέρου φέρει;
30 Ξα.Οὐκ οἶδ'· ὁ δ' ὦμος οὑτοσὶ πιέζεται.
Δι.Σὺ δ' οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ' ὠφελεῖν,
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
Ξα.Οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
Ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
35 Δι.Κατάβα, πανοῦργε. Καὶ γὰρ ἐγγὺς τῆς θύρας
ἤδη βαδίζων εἰμὶ τῆσδ', οἷ πρῶτά με
ἔδει τραπέσθαι. Παιδίον, παῖ, ἠμί, παῖ.
Ηρ.Τίς τὴν θύραν ἐπάταξεν; Ὡς κενταυρικῶς
ἐνήλαθ' ὅστις. Εἰπέ μοι, τουτὶ τί ἦν;
40 Δι.Ὁ παῖς.
Ξα.Τί ἐστιν;
Δι.Οὐκ ἐνεθυμήθης;
Ξα.Τὸ τί;
Δι.Ὡς σφόδρα μ' ἔδεισε.
Ξα.Νὴ Δία, μὴ μαίνοιό γε.
Ηρ.Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν.
Καίτοι δάκνω γ' ἐμαυτόν· ἀλλ' ὅμως γελῶ.
Δι.Ὦ δαιμόνιε, πρόσελθε· δέομαι γάρ τί σου.
45 Ηρ.Ἀλλ' οὐχ οἷός τ' εἴμ' ἀποσοβῆσαι τὸν γέλων
ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
Τίς ὁ νοῦς; Τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
Ποῖ γῆς ἀπεδήμεις;
Δι.Ἐπεβάτευον Κλεισθένει.
Ηρ.Κἀναυμάχησας;
Δι.Καὶ κατεδύσαμέν γε ναῦς
50 τῶν πολεμίων ἢ δώδεκ' ἢ τρεισκαίδεκα.
Ηρ.Σφώ;
Δι.Νὴ τὸν Ἀπόλλω.
Ξα.Κᾆτ' ἔγωγ' ἐξηγρόμην.
Δι.Καὶ δῆτ' ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
55 Ηρ.Πόθος; πόσος τις;
Δι.Σμικρός, ἡλίκος Μόλων.
Ηρ.Γυναικός;
Δι.Οὐ δῆτ'.
Ηρ.Ἀλλὰ παιδός;
Δι.Οὐδαμῶς.
Ηρ.Ἀλλ' ἀνδρός;
Δι.Ἀπαπαῖ.
Ηρ.Ξυνεγένου τῷ Κλεισθένει;
Δι.Μὴ σκῶπτέ μ', ὦδέλφ'· οὐ γὰρ ἀλλ' ἔχω κακῶς·
τοιοῦτος ἵμερός με διαλυμαίνεται.
60 Ηρ.Ποῖός τις, ὦδελφίδιον;
Δι.Οὐκ ἔχω φράσαι.
Ὅμως γε μέντοι σοι δι' αἰνιγμῶν ἐρῶ.
Ἤδη ποτ' ἐπεθύμησας ἐξαίφνης ἔτνους;