Coulon (1928) · Athenian Society (1912)
1 Λυ.Ἀλλ' εἴ τις εἰς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ 'ς Πανὸς ἢ 'πὶ Κωλιάδ' εἰς Γενετυλλίδος,
οὐδ' ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
Νῦν δ' οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
5 πλὴν ἥ γ' ἐμὴ κωμῆτις ἥδ' ἐξέρχεται.
Χαῖρ', ὦ Κλεονίκη.
Κλ.Καὶ σύ γ', ὦ Λυσιστράτη.
Τί συντετάραξαι; Μὴ σκυθρώπαζ', ὦ τέκνον·
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυ.Ἀλλ', ὦ Κλεονίκη, κάομαι τὴν καρδίαν,
10 καὶ πόλλ' ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι—
Κλ.Καὶ γάρ ἐσμεν νὴ Δία.
Λυ.εἰρημένον δ' αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15 εὕδουσι κοὐχ ἥκουσιν.
Κλ.Ἀλλ', ὦ φιλτάτη,
ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
Ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ' ἐκύπτασεν,
ἡ δ' οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δ' ἔλουσεν, ἡ δ' ἐψώμισεν.
20 Λυ.Ἀλλ' ἕτερα τἄρ' ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.
Κλ.Τί δ' ἐστίν, ὦ φίλη Λυσιστράτη,
ἐφ' ὅ τι ποθ' ἡμᾶς τὰς γυναῖκας ξυγκαλεῖς;
Τί τὸ πρᾶγμα; Πηλίκον τι;
Λυ.Μέγα.
Κλ.Μῶν καὶ παχύ;
Λυ.Νὴ Δία παχὺ ⟨πάνυ⟩.
Κλ.Κᾆτα πῶς οὐχ ἥκομεν;
25 Λυ.Οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
Ἀλλ' ἔστιν ὑπ' ἐμοῦ πρᾶγμ' ἀνεζητημένον
πολλαῖσί τ' ἀγρυπνίαισιν ἐρριπτασμένον.
Κλ.Ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον;
Λυ.Οὕτω γε λεπτὸν ὥσθ' ὅλης τῆς Ἑλλάδος
30 ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Κλ.Ἐν ταῖς γυναιξίν; Ἐπ' ὀλίγου τἄρ' εἴχετο.
Λυ.Ὡς ἔστ' ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτ' εἶναι μήτε Πελοποννησίους—
Κλ.Βέλτιστα τοίνυν μηκέτ' εἶναι νὴ Δία.
35 Λυ.Βοιωτίους τε πάντας ἐξολωλέναι.
Κλ.Μὴ δῆτα πάντας γ', ἀλλ' ἄφελε τὰς ἐγχέλεις.
Λυ.Περὶ τῶν Ἀθηνῶν δ' οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν, ἀλλ' ὑπονόησον σύ μοι.
Ἢν δὲ ξυνέλθωσ' αἱ γυναῖκες ἐνθάδε,
40 αἵ τ' ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Κλ.Τί δ' ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθ' ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45 καὶ Κιμβερίκ' ὀρθοστάδια καὶ περιβαρίδας;
Λυ.Ταῦτ' αὐτὰ γάρ τοι κἄσθ' ἃ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
Κλ.Τίνα δὴ τρόπον ποθ';
Λυ.Ὥστε τῶν νῦν μηδένας
50 ἀνδρῶν ἐπ' ἀλλήλοισιν αἴρεσθαι δόρυ—
Κλ.Κροκωτὸν ἄρα νὴ τὼ θεὼ 'γὼ βάψομαι.
Λυ.μηδ' ἀσπίδα λαβεῖν—
Κλ.Κιμβερικὸν ἐνδύσομαι.
Λυ.μηδὲ ξιφίδιον.
Κλ.Κτήσομαι περιβαρίδας.
Λυ.Ἆρ' οὐ παρεῖναι τὰς γυναῖκας δῆτ' ἐχρῆν;
55 Κλ.Οὐ γὰρ μὰ Δί' ἀλλὰ πετομένας ἥκειν πάλαι.
Λυ.Ἀλλ', ὦ μέλ', ὄψει τοι σφόδρ' αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
Ἀλλ' οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδ' ἐκ Σαλαμῖνος.
Κλ.Ἀλλ' ἐκεῖναί γ' οἶδ' ὅτι
60 ἐπὶ τῶν κελήτων διαβεβήκασ' ὄρθριαι.