Coulon (1924) · Athenian Society (1912)
1 Οι. ΑʹΑἶρ' αἶρε μᾶζαν ὡς τάχος τῷ κανθάρῳ.
Οι. ΒʹἸδού. Δὸς αὐτῷ, τῷ κάκιστ' ἀπολουμένῳ·
καὶ μήποτ' αὐτῆς μᾶζαν ἡδίω φάγοι.
Οι. ΑʹΔὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
5 Οι. ΒʹἸδοὺ μάλ' αὖθις. Ποῦ γὰρ ἣν νυνδὴ 'φερες;
Οὐ κατέφαγεν;
Οι. ΑʹΜὰ τὸν Δί', ἀλλ' ἐξαρπάσας
ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
Ἀλλ' ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
Οι. ΒʹἌνδρες κοπρολόγοι, προσλάβεσθε πρὸς θεῶν,
10 εἰ μή με βούλεσθ' ἀποπνιγέντα περιιδεῖν.
Οι. ΑʹἙτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
Οι. ΒʹἸδού.
Ἑνὸς μέν, ὦνδρες, ἀπολελύσθαι μοι δοκῶ·
οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ' ἐσθίειν.
15 Οι. ΑʹΑἰβοῖ· φέρ' ἄλλην χἀτέραν μοι χἀτέραν,
καὶ τρῖβ' ⟨ἔθ'⟩ ἑτέρας.
Οι. ΒʹΜὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ·
οὐ γὰρ ἔθ' οἷός τ' εἴμ' ὑπερέχειν τῆς ἀντλίας.
Οι. ΑʹΑὐτὴν ἄρ' οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οι. ΒʹΝὴ τὸν Δί' ἐς κόρακάς γε, καὶ σαυτόν γε πρός.
20 Ὑμῶν δέ γ' εἴ τις οἶδέ μοι κατειπάτω
πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
Οὐδὲν γὰρ ἔργον ἦν ἄρ' ἀθλιώτερον
ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
Ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
25 φαύλως ἐρείδει τοῦθ'· ὁ δ' ὑπὸ φρονήματος
βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
ἢν μὴ παραθῶ τρίψας δι' ἡμέρας ὅλης
ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
Ἀλλ' εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
30 τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ' ἴδῃ.
Ἔρειδε, μὴ παύσαιο μηδέποτ' ἐσθίων
τέως ἕως σαυτὸν λάθῃς διαρραγείς.
Οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,
ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
35 καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως
ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
τὰ παχέα συμβάλλοντες εἰς τὰς ὁλκάδας.
Μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν,
χὤτου ποτ' ἐστὶ δαιμόνων ἡ προσβολὴ
40 οὐκ οἶδ'. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
οὐ μὴν Χαρίτων γε.
Οι. ΑʹΤοῦ γάρ ἐστ';
Οι. ΒʹΟὐκ ἔσθ' ὅπως
τοῦτ' ἔστι τὸ τέρας οὐ Διὸς Σκαταιβάτου.
Οι. ΑʹΟὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
νεανίας δοκησίσοφος· «Τόδε πρᾶγμα τί;
45 Ὁ κάνθαρος δὲ πρὸς τί;» Κᾆτ' αὐτῷ γ' ἀνὴρ
Ἰωνικός τίς φησι παρακαθήμενος·
«Δοκέω μέν, ἐς Κλέωνα τοῦτ' αἰνίσσεται,
ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.»
Ἀλλ' εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
50 Οι. ΒʹἘγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
Ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,
55 οὐχ ὅνπερ ὑμεῖς, ἀλλ' ἕτερον καινὸν πάνυ.
Δι' ἡμέρας γὰρ εἰς τὸν οὐρανὸν βλέπων
ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
καί φησιν· «Ὦ Ζεῦ, τί ποτε βουλεύει ποεῖν;
Κατάθου τὸ κόρημα· μὴ 'κκόρει τὴν Ἑλλάδα.»
60 Ἔα ἔα·
σιγήσαθ', ὡς φωνῆς ἀκούειν μοι δοκῶ.