Coulon (1928) · Athenian Society (1912)
1 Κη.Ὦ Ζεῦ, χελιδὼν ἆρά ποτε φανήσεται;
Ἀπολεῖ μ' ἀλύων ἅνθρωπος ἐξ ἑωθινοῦ.
Οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ' ἐκβαλεῖν,
παρὰ σοῦ πυθέσθαι ποῖ μ' ἄγεις, ωὖριπίδη;
5 Ευ.Ἀλλ' οὐκ ἀκούειν δεῖ σε πάνθ' ὅσ' αὐτίκα
ὄψει παρεστώς.
Κη.Πῶς λέγεις; Αὖθις φράσον.
Οὐ δεῖ μ' ἀκούειν;
Ευ.Οὐχ ἅ γ' ἂν μέλλῃς ὁρᾶν.
Κη.Οὐδ' ἆρ' ὁρᾶν δεῖ μ';
Ευ.Οὐχ ἅ γ' ἂν ἀκούειν δέῃ.
Κη.Πῶς μοι παραινεῖς; Δεξιῶς μέντοι λέγεις.
10 Οὐ φῂς σὺ χρῆναί μ' οὔτ' ἀκούειν οὔθ' ὁρᾶν;
Ευ.Χωρὶς γὰρ αὐτοῖν ἑκατέρου 'στὶν ἡ φύσις.
Κη.Τοῦ μήτ' ἀκούειν μήθ' ὁρᾶν;
Ευ.Εὖ ἴσθ' ὅτι.
Κη.Πῶς χωρίς;
Ευ.Οὕτω ταῦτα διεκρίθη τότε.
Αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
15 καὶ ζῷ' ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
ᾧ μὲν βλέπειν χρὴ πρῶτ' ἐμηχανήσατο
ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
Κη.Διὰ τὴν χοάνην οὖν μήτ' ἀκούω μήθ' ὁρῶ;
20 Νὴ τὸν Δί' ἥδομαί γε τουτὶ προσμαθών.
Οἷόν γέ πού 'στιν αἱ σοφαὶ ξυνουσίαι.
Ευ.Πόλλ' ἂν μάθοις τοιαῦτα παρ' ἐμοῦ.
Κη.Πῶς ἂν οὖν
πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ' ὅπως
ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
25 Ευ.Βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
Κη.Ἰδού.
Ευ.Ὁρᾷς τὸ θύριον τοῦτο;
Κη.Νὴ τὸν Ἡρακλέα
οἶμαί γε.
Ευ.Σίγα νυν.
Κη.Σιωπῶ τὸ θύριον.
Ευ.Ἄκου'.
Κη.Ἀκούω καὶ σιωπῶ τὸ θύριον.
Ευ.Ἐνταῦθ' Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
30 ὁ τραγῳδοποιός.
Κη.Ποῖος οὗτος Ἁγάθων;
Ἔστιν τις Ἀγάθων— Μῶν ὁ μέλας, ὁ καρτερός;
Ευ.Οὔκ, ἀλλ' ἕτερός τις.
Κη.Οὐχ ἑόρακα πώποτε.
Μῶν ὁ δασυπώγων;
Ευ.Οὐχ ἑόρακας πώποτε;
Κη.Μὰ τὸν Δί' οὔπω γ' ὥστε κἀμέ γ' εἰδέναι.
35 Ευ.Καὶ μὴν βεβίνηκας σύ γ', ἀλλ' οὐκ οἶσθ' ἴσως.
Ἀλλ' ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας,
προθυσόμενος, ἔοικε, τῆς ποήσεως.
Θε.Εὔφημος πᾶς ἔστω λαός,
40 στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
θίασος Μουσῶν ἔνδον μελάθρων
τῶν δεσποσύνων μελοποιῶν.
Ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
κῦμα δὲ πόντου μὴ κελαδείτω
45 γλαυκόν—
Κη.Βομβάξ.
Ευ.Σίγα. Τί λέγει;
Θε.πτηνῶν τε γένη κατακοιμάσθω,
θηρῶν τ' ἀγρίων πόδες ὑλοδρόμων
μὴ λυέσθων· —
Κη.Βομβαλοβομβάξ.
Θε.μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
50 πρόμος ἡμέτερος—
Κη.Μῶν βινεῖσθαι;
Θε.Τίς ὁ φωνήσας;
Κη.Νήνεμος αἰθήρ.
Θε.δρυόχους τιθέναι δράματος ἀρχάς.
Κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
55 καὶ γνωμοτυπεῖ κἀντονομάζει
καὶ κηροχυτεῖ καὶ γογγύλλει
καὶ χοανεύει—
Κη.καὶ λαικάζει.
Θε.Τίς ἀγροιώτας πελάθει θριγκοῖς;
Κη.Ὃς ἕτοιμος σοῦ τοῦ τε ποητοῦ
60 τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
συγγογγύλας καὶ συστρέψας
τουτὶ τὸ πέος χοανεῦσαι.