MacDowell (1971) · Athenian Society (1912)
1 Σω.Οὗτος, τί πάσχεις, ὦ κακόδαιμον Ξανθία;
Ξα.φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
Σω.κακὸν ἄρα ταῖς πλευραῖς τι προυφείλεις μέγα.
ἆρ' οἶσθά γ' οἷον κνώδαλον φυλάττομεν;
5 Ξα.οἶδ', ἀλλ' ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
Σω.σὺ δ' οὖν παρακινδύνευ', ἐπεὶ καὐτοῦ γ' ἐμοῦ
κατὰ τοῖν κόραιν ἤδη τι καταχεῖται γλυκύ.
Ξα.ἀλλ' ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
Σω.οὔκ, ἀλλ' ὕπνος μ' ἔχει τις ἐκ Σαβαζίου.
10 Ξα.τὸν αὐτὸν ἄρ' ἐμοὶ βουκολεῖς Σαβάζιον.
κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος.
καὶ δῆτ' ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
Σω.κἄγωγ' ἀληθῶς οἷον οὐδεπώποτε.
15 ἀτὰρ σὺ λέξον πρότερος.
Ξα.ἐδόκουν αἰετὸν
καταπτάμενον εἰς τὴν ἀγορὰν μέγαν πάνυ
ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
φέρειν ἐπίχαλκον ἀνεκὰς εἰς τὸν οὐρανόν,
κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
20 Σω.οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
Ξα.πῶς δή;
Σω.προερεῖ τις τοῖσι συμπόταις, λέγων
ὅτι "ταὐτὸν ἐν γῇ τ' ἀπέβαλεν κἀν οὐρανῷ
κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα."
Ξα.οἴμοι, τί δῆτά μοι κακὸν γενήσεται
25 ἰδόντι τοιοῦτον ἐνύπνιον;
Σω.μὴ φροντίσῃς·
οὐδὲν γὰρ ἔσται δεινόν, οὐ μὰ τοὺς θεούς.
Ξα.δεινόν γέ πού 'στ' ἄνθρωπος ἀποβαλὼν ὅπλα.
ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
Σω.ἀλλ' ἔστιν μέγα.
περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
30 Ξα.λέγε νυν ἁνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
Σω.ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ Πυκνὶ
ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
βακτηρίας ἔχοντα καὶ τριβώνια.
κἄπειτα τούτοις τοῖσι προβάτοις μοὐδόκει
35 δημηγορεῖν φάλλαινα πανδοκεύτρια,
ἔχουσα φωνὴν ἐμπεπρημένης ὑός.
Ξα.αἰβοῖ.
Σω.τί ἐστι;
Ξα.παῦε παῦε, μὴ λέγε·
ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
Σω.εἶθ' ἡ μιαρὰ φάλλαιν' ἔχουσα τρυτάνην
40 ἵστη βόειον δημόν.
Ξα.οἴμοι δείλαιος·
τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
Σω.ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
εἶτ' Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας·
45 "ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει."
Ξα.ὀρθῶς γε τοῦτ' Ἀλκιβιάδης ἐτραύλισεν.
Σω.οὔκουν ἐκεῖν' ἀλλόκοτον, ὁ Θέωρος κόραξ
γιγνόμενος;
Ξα.ἥκιστ', ἀλλ' ἄριστον.
Σω.πῶς;
Ξα.ὅπως;
ἄνθρωπος ὢν εἶτ' ἐγένετ' ἐξαίφνης κόραξ·
50 οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
ἀρθεὶς ἀφ' ἡμῶν ἐς κόρακας οἰχήσεται;
Σω.εἶτ' οὐκ ἐγὼ δοὺς δύ' ὀβολὼ μισθώσομαι
οὕτως ὑποκρινόμενον σαφῶς ὀνείρατα;
Ξα.φέρε νυν, κατείπω τοῖς θεαταῖς τὸν λόγον,
55 ὀλίγ' ἄτθ' ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,
μηδὲν παρ' ἡμῶν προσδοκᾶν λίαν μέγα,
μηδ' αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.
ἡμῖν γὰρ οὐκ ἔστ' οὔτε κάρυ' ἐκ φορμίδος
δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,
60 οὔθ' Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,
οὐδ' αὖθις ἀνασελγαινόμενος Εὐριπίδης·
οὐδ' εἰ Κλέων γ' ἔλαμψε τῆς τύχης χάριν,
αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
ἀλλ' ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
65 ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,
κωμῳδίας δὲ φορτικῆς σοφώτερον.
ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ
ἄνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.
οὗτος φυλάττειν τὸν πατέρ' ἐπέταξε νῷν,
70 ἔνδον καθείρξας, ἵνα θύραζε μὴ 'ξίῃ.
νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
ἣν οὐδ' ἂν εἷς γνοίη ποτ' οὐδὲ ξυμβάλοι,
εἰ μὴ πύθοιθ' ἡμῶν· ἐπεὶ τοπάζετε.