Coulon (1930) · Athenian Society (1912)
1 Κα.Ὡς ἀργαλέον πρᾶγμ' ἐστίν, ὦ Ζεῦ καὶ θεοί,
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
Ἢν γὰρ τὰ βέλτισθ' ὁ θεράπων λέξας τύχῃ,
δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
5 μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
Τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
Καὶ ταῦτα μὲν δὴ ταῦτα· τῷ δὲ Λοξίᾳ,
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
10 μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
μελαγχολῶντ' ἀπέπεμψέ μου τὸν δεσπότην,
ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
τοὐναντίον δρῶν ἢ προσῆκ' αὐτῷ ποεῖν.
15 Οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
οὗτος δ' ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
καὶ ταῦτ' ἀποκρινόμενος τὸ παράπαν οὐδὲ γρῦ.
Ἐγὼ μὲν οὖν οὐκ ἔσθ' ὅπως σιγήσομαι,
ἢν μὴ φράσῃς ὅ τι τῷδ' ἀκολουθοῦμέν ποτε,
20 ὦ δέσποτ', ἀλλά σοι παρέξω πράγματα.
Οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
Χρ.Μὰ Δί' ἀλλ' ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
ἵνα μᾶλλον ἀλγῇς.
Κα.Λῆρος· οὐ γὰρ παύσομαι
πρὶν ἂν φράσῃς μοι τίς ποτ' ἐστὶν οὑτοσί.
25 Εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
Χρ.Ἀλλ' οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
Ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
κακῶς ἔπραττον καὶ πένης ἦν.
Κα.Οἶδά τοι.
30 Χρ.Ἕτεροι δ' ἐπλούτουν. ἱερόσυλοι, ῥήτορες
καὶ συκοφάνται καὶ πονηροί.
Κα.Πείθομαι.
Χρ.Ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35 τὸν δ' υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
ὡς τῷ βίῳ τοῦτ' αὐτὸ νομίσας ξυμφέρειν.
Κα.«Τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;»
40 Χρ.Πεύσει. Σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι ταδί·
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
ἐκέλευε τούτου μὴ μεθίεσθαί μ' ἔτι,
πείθειν δ' ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
Κα.Καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
Χρ.Τουτῳί.
45 Κα.Εἶτ' οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
φράζουσαν, ὦ σκαιότατέ, σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
Χρ.Τῷ τοῦτο κρίνεις;
Κα.Δῆλον ὁτιὴ καὶ τυφλῷ
γνῶναι δοκεῖ τοῦθ', ὡς σφόδρ' ἐστὶ συμφέρον
50 τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν γένει.
Χρ.Οὐκ ἔσθ' ὅπως ὁ χρησμὸς εἰς τοῦτο ῥέπει,
ἀλλ' εἰς ἕτερόν τι μεῖζον. Ἢν δ' ἡμῖν φράσῃ
ὅστις ποτ' ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
55 πυθοίμεθ' ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.
Κα.Ἄγε δή, σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
ἢ τἀπὶ τούτοις δρῶ; Λέγειν χρὴ ταχὺ πάνυ.
Πλ.Ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
Κα.Μανθάνεις
ὅς φησιν εἶναι;
Χρ.Σοὶ λέγει τοῦτ', οὐκ ἐμοί·
60 σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
Ἀλλ' εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
ἐμοὶ φράσον.
Πλ.Κλάειν ἔγωγέ σοι λέγω.