Diggle (1984) · Coleridge (1891)
1 Αν.Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,
ὅθεν ποθ' ἕδνων σὺν πολυχρύσωι χλιδῆι
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
5 ζηλωτὸς ἔν γε τῶι πρὶν Ἀνδρομάχη χρόνωι,
νῦν δ', εἴ τις ἄλλη, δυστυχεστάτη γυνή
[ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε]·
ἥτις πόσιν μὲν Ἕκτορ' ἐξ Ἀχιλλέως
θανόντ' ἐσεῖδον, παῖδά θ' ὃν τίκτω πόσει
10 ῥιφθέντα πύργων Ἀστυάνακτ' ἀπ' ὀρθίων,
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
οἴκων νομισθεῖσ' Ἑλλάδ' εἰσαφικόμην
τῶι νησιώτηι Νεοπτολέμωι δορὸς γέρας
15 δοθεῖσα λείας Τρωϊκῆς ἐξαίρετον.
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
σύγχορτα ναίω πεδί', ἵν' ἡ θαλασσία
Πηλεῖ ξυνώικει χωρὶς ἀνθρώπων Θέτις
φεύγουσ' ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς
20 Θετίδειον αὐδᾶι θεᾶς χάριν νυμφευμάτων.
ἔνθ' οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
Πηλέα δ' ἀνάσσειν γῆς ἐᾶι Φαρσαλίας,
ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
κἀγὼ δόμοις τοῖσδ' ἄρσεν' ἐντίκτω κόρον,
25 πλαθεῖσ' Ἀχιλλέως παιδί, δεσπότηι δ' ἐμῶι.
καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
ἐλπίς μ' ἀεὶ προῆγε σωθέντος τέκνου
ἀλκήν τιν' εὑρεῖν κἀπικούρησιν κακῶν·
ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
30 τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,
κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
τίθημ' ἄπαιδα καὶ πόσει μισουμένην,
αὐτὴ δὲ ναίειν οἶκον ἀντ' αὐτῆς θέλω
35 τόνδ', ἐκβαλοῦσα λέκτρα τἀκείνης βίαι·
ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ' ἐδεξάμην,
νῦν δ' ἐκλέλοιπα· Ζεὺς τάδ' εἰδείη μέγας,
ὡς οὐχ ἑκοῦσα τῶιδ' ἐκοινώθην λέχει.
ἀλλ' οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,
40 πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾶι τάδε.
καὶ νῦν κατ' οἴκους ἔστ', ἀπὸ Σπάρτης μολὼν
ἐπ' αὐτὸ τοῦτο· δειματουμένη δ' ἐγὼ
δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
θάσσω τόδ' ἐλθοῦσ', ἤν με κωλύσηι θανεῖν.
45 Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως
σέβουσιν, ἑρμήνευμα Νηρῆιδος γάμων.
ὃς δ' ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθραι
ἄλλους ἐς οἴκους, μὴ θάνηι φοβουμένη.
ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ' ἐμοὶ πάρα
50 προσωφελῆσαι παιδί τ' οὐδέν ἐστ', ἀπὼν
Δελφῶν κατ' αἶαν, ἔνθα Λοξίαι δίκην
δίδωσι μανίας, ἧι ποτ' ἐς Πυθὼ μολὼν
ἤιτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
εἴ πως τὰ πρόσθε σφάλματ' ἐξαιτούμενος
55 θεὸν παράσχοιτ' ἐς τὸ λοιπὸν εὐμενῆ.
Θερ.δέσποιν', ἐγώ τοι τοὔνομ' οὐ φεύγω τόδε
καλεῖν σ', ἐπείπερ καὶ κατ' οἶκον ἠξίουν
τὸν σόν, τὸ Τροίας ἡνίκ' ὠικοῦμεν πέδον,
εὔνους δ' ἐκεῖ σοι ζῶντί τ' ἦ τῶι σῶι πόσει·
60 καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,
φόβωι μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
οἴκτωι δὲ τῶι σῶι· δεινὰ γὰρ βουλεύεται
Μενέλαος ἐς σὲ παῖς θ', ἅ σοι φυλακτέα.