Diggle (1984) · Coleridge (1891)
1 Σι.Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους
νῦν χὤτ' ἐν ἥβηι τοὐμὸν εὐσθένει δέμας·
πρῶτον μὲν ἡνίκ' ἐμμανὴς Ἥρας ὕπο
Νύμφας ὀρείας ἐκλιπὼν ὤιχου τροφούς·
5 ἔπειτά γ' ἀμφὶ γηγενῆ μάχην δορὸς
ἐνδέξιος σῶι ποδὶ παρασπιστὴς βεβὼς
Ἐγκέλαδον ἰτέαν ἐς μέσην θενὼν δορὶ
ἔκτεινα—φέρ' ἴδω, τοῦτ' ἰδὼν ὄναρ λέγω;
οὐ μὰ Δί', ἐπεὶ καὶ σκῦλ' ἔδειξα Βακχίωι.
10 καὶ νῦν ἐκείνων μείζον' ἐξαντλῶ πόνον.
ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
ληιστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,
⟨ἐγὼ⟩ πυθόμενος σὺν τέκνοισι ναυστολῶ
σέθεν κατὰ ζήτησιν. ἐν πρύμνηι δ' ἄκραι
15 αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,
παῖδες δ' ⟨ἐπ'⟩ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ', ἄναξ.
ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ
20 ἐξέβαλεν ἡμᾶς τήνδ' ἐς Αἰτναίαν πέτραν,
ἵν' οἱ μονῶπες ποντίου παῖδες θεοῦ
Κύκλωπες οἰκοῦσ' ἄντρ' ἔρημ' ἀνδροκτόνοι.
τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
δοῦλοι· καλοῦσι δ' αὐτὸν ὧι λατρεύομεν
25 Πολύφημον· ἀντὶ δ' εὐίων βακχευμάτων
ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.
παῖδες μὲν οὖν μοι κλειτύων ἐν ἐσχάτοις
νέμουσι μῆλα νέα νέοι πεφυκότες,
ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
30 μένων τέταγμαι τάσδε, τῶιδε δυσσεβεῖ
Κύκλωπι δείπνων ἀνοσίων διάκονος.
καὶ νῦν, τὰ προσταχθέντ', ἀναγκαίως ἔχει
σαίρειν σιδηρᾶι τῆιδέ μ' ἁρπάγηι δόμους,
ὡς τόν τ' ἀπόντα δεσπότην Κύκλωπ' ἐμὸν
35 καθαροῖσιν ἄντροις μῆλά τ' ἐσδεχώμεθα.
ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων
ὁμοῖος ὑμῖν νῦν τε χὤτε Βακχίωι
κῶμος συνασπίζοντες Ἀλθαίας δόμους
40 προσῆιτ' ἀοιδαῖς βαρβίτων σαυλούμενοι;
Χο.παῖ γενναίων μὲν πατέρων
γενναίων δ' ἐκ τοκάδων,
πᾶι δή μοι νίσηι σκοπέλους;
οὐ τᾶιδ' ὑπήνεμος αὔρα
45 καὶ ποιηρὰ βοτάνα,
δινᾶέν θ' ὕδωρ ποταμῶν
ἐν πίστραις κεῖται πέλας ἄντρων,
οὗ σοι βλαχαὶ τεκέων;
ψύττ'· οὐ τᾶιδ', οὔ;
50 οὐ τᾶιδε νεμῆι κλειτὺν δροσεράν;
ὠή, ῥίψω πέτρον τάχα σου·
ὕπαγ' ὦ ὕπαγ' ὦ κεράστα
⟨πρὸς⟩ μηλοβότα στασιωρὸν
Κύκλωπος ἀγροβάτα.
55 σπαργῶντας μαστοὺς χάλασον·
δέξαι θηλὰς πορίσασ'
οὓς λείπεις ἀρνῶν θαλάμοις.
ποθοῦσί σ' ἁμερόκοιτοι
βλαχαὶ σμικρῶν τεκέων.
60 εἰς αὐλὰν πότ' †ἀμφιβαίνεις†
ποιηροὺς λιποῦσα νομοὺς
Αἰτναίων εἴσω σκοπελῶν;
οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
Βάκχαι τε θυρσοφόροι,
65 οὐ τυμπάνων ἀλαλαγμοί,
οὐκ οἴνου χλωραὶ σταγόνες
66 κρήναις παρ' ὑδροχύτοις·
68 οὐδ' ἐν Νύσαι μετὰ Νυμφᾶν
ἴακχον ἴακχον ὠιδὰν
70 μέλπω πρὸς τὰν Ἀφροδίταν,
ἃν θηρεύων πετόμαν
Βάκχαις σὺν λευκόποσιν.
†ὦ φίλος ὦ φίλε Βακχεῖε
ποῖ οἰοπολεῖς
75 ξανθὰν χαίταν σείεις;†
ἐγὼ δ' ὁ σὸς πρόπολος
Κύκλωπι θητεύω
τῶι μονοδέρκται δοῦλος ἀλαίνων
80 σὺν τᾶιδε τράγου χλαίναι μελέαι
σᾶς χωρὶς φιλίας.