Diggle (1984) · Coleridge (1891)
1 Ιο.Πάλαι ποτ' ἐστὶ τοῦτ' ἐμοὶ δεδογμένον·
ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκ' ἀνήρ,
ὁ δ' ἐς τὸ κέρδος λῆμ' ἔχων ἀνειμένον
πόλει τ' ἄχρηστος καὶ συναλλάσσειν βαρύς,
5 αὑτῶι δ' ἄριστος· οἶδα δ' οὐ λόγωι μαθών.
ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,
ἐξὸν κατ' Ἄργος ἡσύχως ναίειν, πόνων
πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,
ὅτ' ἦν μεθ' ἡμῶν· νῦν δ', ἐπεὶ κατ' οὐρανὸν
10 ναίει, τὰ κείνου τέκν' ἔχων ὑπὸ πτεροῖς
σώιζω τάδ' αὐτὸς δεόμενος σωτηρίας.
ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,
πρῶτον μὲν ἡμᾶς ἤθελ' Εὐρυσθεὺς κτανεῖν·
ἀλλ' ἐξέδραμεν, καὶ πόλις μὲν οἴχεται,
15 ψυχὴ δ' ἐσώθη. φεύγομεν δ' ἀλώμενοι
ἄλλην ἀπ' ἄλλης ἐξοριζόντων πόλιν.
πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ' Εὐρυσθεὺς κακοῖς
ὕβρισμ' ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·
πέμπων ὅπου γῆς πυνθάνοιθ' ἱδρυμένους
20 κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,
πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην
ἐχθράν τε θέσθαι, χαὐτὸν εὐτυχοῦνθ' ἅμα.
οἱ δ' ἀσθενῆ μὲν τἀπ' ἐμοῦ δεδορκότες,
σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,
25 τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.
ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,
ὀκνῶν προδοῦναι, μή τις ὧδ' εἴπηι βροτῶν·
Ἴδεσθ', ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,
30 Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.
πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι
Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα
ἱκέται καθεζόμεσθα βώμιοι θεῶν
προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς
35 δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος
κλήρωι λαχόντας ἐκ γένους Πανδίονος,
τοῖσδ' ἐγγὺς ὄντας· ὦν ἕκατι τέρμονας
κλεινῶν Ἀθηνῶν τήνδ' ἀφικόμεσθ' ὁδόν.
δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·
40 ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,
ἡ δ' αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
ἔσωθε ναοῦ τοῦδ' ὑπηγκαλισμένη
σώιζει· νέας γὰρ παρθένους αἰδούμεθα
ὄχλωι πελάζειν κἀπιβωμιοστατεῖν.
45 Ὕλλος δ' ἀδελφοί θ' οἷσι πρεσβεύει γένος
ζητοῦσ' ὅπου γῆς πύργον οἰκιούμεθα,
ἢν τῆσδ' ἀπωθώμεσθα πρὸς βίαν χθονός.
ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ' ἐμῶν
πέπλων· ὁρῶ κήρυκα τόνδ' Εὐρυσθέως
50 στείχοντ' ἐφ' ἡμᾶς, οὗ διωκόμεσθ' ὕπο
πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
ὦ μῖσος, εἴθ' ὄλοιο χὠ πέμψας ⟨σ'⟩ ἀνήρ,
ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίωι πατρὶ
ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.
55 Κη.ἦ που καθῆσθαι τήνδ' ἕδραν καλὴν δοκεῖς
πόλιν τ' ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·
οὐ γάρ τις ἔστιν ὃς πάροιθ' αἱρήσεται
τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ' Εὐρυσθέως.
χώρει· τί μοχθεῖς ταῦτ'; ἀνίστασθαί σε χρὴ
60 ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.