Murray (1913) · Coleridge (1891)

On the sea-shore, in the Tauric Chersonese, near a temple of Artemis.

1 Ἰφ.Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς
Μενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώ
5 τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,
ἣν ἀμφὶ δίναις ἃς θάμʼ Εὔριπος πυκναῖς
αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,
ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρ
Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
10 ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον
Ἑλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ,
τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
λαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμους
Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.
15 δεινῆς δʼ ἀπλοίας πνευμάτων τε τυγχάνων,
ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε·
ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας,
Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός,
πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις
20 λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι
κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.
παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
τίκτει — τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων —
ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναις
25 μητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως.
ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶς
μεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει·
ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
30 πέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα,
οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν.
ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με·
35 ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ
Ἄρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον —
τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη —
[θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,]
[ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.]
40 κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει
ἄρρητʼ ἔσωθεν τῶνδʼ ἀνακτόρων θεᾶς.
ἃ καινὰ δʼ ἥκει νὺξ φέρουσα φάσματα,
λέξω πρὸς αἰθέρʼ, εἴ τι δὴ τόδʼ ἔστʼ ἄκος.
ἔδοξʼ ἐν ὕπνῳ τῆσδʼ ἀπαλλαχθεῖσα γῆς
45 οἰκεῖν ἐν Ἄργει, παρθένοισι δʼ ἐν μέσαις
εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ,
φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν
δόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγος
βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.
50 μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι
δόμων πατρῴων, ἐκ δʼ ἐπικράνων κόμας
ξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν,
κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνον
τιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον,
55 κλαίουσα. τοὔναρ δʼ ὧδε συμβάλλω τόδε·
τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.
στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες·
θνῄσκουσι δʼ οὓς ἂν χέρνιβες βάλωσʼ ἐμαί.
[οὐδʼ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·]
60 [Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτʼ ὠλλύμην ἐγώ.]
νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς
παροῦσʼ ἀπόντι — ταῦτα γὰρ δυναίμεθʼ ἄν —
σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξ
Ἑλληνίδας γυναῖκας. ἀλλʼ ἐξ αἰτίας
65 οὔπω τίνος πάρεισιν; εἶμʼ ἔσω δόμων
ἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς.