Murray (1913) · Coleridge (1891)
1 Χο.— Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
ἢ τευχοφόρων;
— δέξαιτο νέων κληδόνα μύθων,
5 οἳ τετράμοιρον νυκτὸς φυλακὴν
πάσης στρατιᾶς προκάθηνται.
— ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
λεῖπε χαμεύνας φυλλοστρώτους,
10 Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.
Ἕκ.τίς ὅδʼ; ἦ φίλιος φθόγγος· τίς ἀνήρ;
τί τὸ σῆμα; θρόει·
τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
κοίτας πλάθουσʼ; ἐνέπειν χρή.
15 Χο.φύλακες στρατιᾶς.
Ἕκ.τί φέρῃ θορύβῳ;
Χο.θάρσει.
Ἕκ.θαρσῶ.
Ἕκ.μῶν τις λόχος ἐκ νυκτῶν;
Χο.[οὐκ ἔστι.]
Ἕκ.τί σὺ γὰρ
Ἕκ.φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
εἰ μή τινʼ ἔχων νυκτηγορίαν;
20 οὐκ οἶσθα δορὸς πέλας Ἀργείου
νυχίαν ἡμᾶς
κοίταν πανόπλους κατέχοντας;
στρ. 1.
Χο.— ὁπλίζου χέρα· συμμάχων,
Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
25 ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
ἁρμόσατε ψαλίοις ἵππους.
— τίς εἶσʼ ἐπὶ Πανθοΐδαν,
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
30 — ποῦ σφαγίων ἔφοροι;
— ποῦ δὲ γυμνήτων μόναρχοι
τοξοφόροι τε Φρυγῶν;
— ζεύγνυτε κερόδετα τόξα νευραῖς.
Ἕκ.τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,
35 τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.
ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ
μάστιγι φοβῇ; [φυλακὰς δὲ λιπὼν]
[κινεῖς στρατιάν.] τί θροεῖς; τί σε φῶ
νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
40 οὐδὲν τρανῶς ἀπέδειξας.
ἀντ. 1.
Χο.— πύρʼ αἴθει στρατὸς Ἀργόλας,
Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς
45 ἐννύχιος θορύβῳ σκηνάν,
νέαν τινʼ ἐφιέμενοι
βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη
ναυσιπόρος στρατιά.
σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,
50 ἤλυθον ἄγγελος, ὡς
μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
Ἕκ.ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
55 μέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία.
ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας
θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
σύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί.
εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
60 λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ·
65 ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν.
οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
70 ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ
τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου,
ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι
75 Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.