Murray (1913) · Coleridge (1891)
1 Αἴ.Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς
τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,
εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν
πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,
5 ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν
Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος
Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.
ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε
γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς
10 ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ,
πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας
Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ
Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας
15 μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν
δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.
20 κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς
Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην
στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·
ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς
25 νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς
ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,
μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς
ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν
30 πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται
φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος
μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν
35 πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,
σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι
κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,
ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς
40 ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων
γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.
στρ. 1.
Χο.— ἱκετεύω σε, γεραιά,
γεραιῶν ἐκ στομάτων, πρὸς
γόνυ πίπτουσα τὸ σόν·
45 — ἄνομοι . . . — τέκνα λῦσαι. — φθιμένων
νεκύων οἳ καταλείπουσι μέλη
θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·
ἀντ. 1.
Χο.— ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων
δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυσὰ
50 δὲ σαρκῶν πολιᾶν
καταδρύμματα χειρῶν· τί γάρ; ἃ
φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
στρ. 2.
Χο.— ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον
55 φίλα ποιησαμένα λέκτρα
πόσει σῷ· μετά νυν
δὸς ἐμοὶ σᾶς διανοίας,
μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα <ʼγὼ>
φθιμένων οὓς ἔτεκον·
60 παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν
τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι
νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.