Jebb (1896) · Jebb (1883)
1 Αθ.ἈΕΙ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
πείράν τιν’ ἐχθρῶν ἁρπάσαι θηρώμενον·
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
5 πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
ἴχνη τὰ κείνου νεοχάραχθ’, ὅπως ἴδῃς
εἴτ’ ἔνδον εἴτ’ οὐκ ἔνδον. εὖ δέ σ’ ἐκφέρει
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
ἔνδον γὰρ ἀνὴρ ἄρτι τυγχάνει, κάρα
10 στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
καὶ σ’ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
ἔτ’ ἔργον ἐστίν, ἐννέπειν δ’ ὅτου χάριν
σπουδὴν ἔθου τήνδ’, ὡς παρ’ εἰδυίας μάθῃς.
Οδ.ὦ φθέγμ’ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
15 ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως,
φώνημ’ ἀκούω καὶ ξυναρπάζω φρενὶ
χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
καὶ νῦν ἐπέγνως εὖ μ’ ἐπ’ ἀνδρὶ δυσμενεῖ
βάσιν κυκλοῦντ’, Αἴαντι τῷ σακεσφόρῳ.
20 κεῖνον γάρ, οὐδέν’ ἄλλον, ἰχνεύω πάλαι.
νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ’ ἀλώμεθα·
κἀγὼ ’θελοντὴς τῷδ’ ὑπεζύγην πόνῳ.
25 ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
λείας ἁπάσας καὶ κατηναρισμένας
ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
τήνδ’ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
30 πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
φράζει τε κἀδήλωσεν· εὐθέως δ’ ἐγὼ
κατ’ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,
τὰ δ’ ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου.
καιρὸν δ’ ἐφήκεις· πάντα γὰρ τά τ’ οὖν πάρος
35 τά τ’ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
Αθ.ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
Οδ.ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
Αθ.ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
40 Οδ.καὶ πρὸς τί δυσλόγιστον ὧδ’ ᾖξεν χέρα;
Αθ.χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
Οδ.τί δῆτα ποίμναις τήνδ’ ἐπεμπίπτει βάσιν;
Αθ.δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
Οδ.ἦ καὶ τὸ βούλευμ’ ὡς ἐπ’ Ἀργείοις τόδ’ ἦν;
45 Αθ.κἂν ἐξεπράξατ’, εἰ κατημέλησ’ ἐγώ.
Οδ.ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
Αθ.νύκτωρ ἐφ’ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
Οδ.ἦ καὶ παρέστη κἀπὶ τέρμ’ ἀφίκετο;
Αθ.καὶ δὴ ’πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
50 Οδ.καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
Αθ.ἐγώ σφ’ ἀπείργω, δυσφόρους ἐπ’ ὄμμασι
γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
λείας ἄδαστα βουκόλων φρουρήματα·
55 ἔνθ’ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ’ ὅτε
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
ὅτ’ ἄλλοτ’ ἄλλον ἐμπίτνων στρατηλατῶν.
ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις
60 ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
κἄπειτ’ ἐπειδὴ τοῦδ’ ἐλώφησεν πόνου,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.
65 καὶ νῦν κατ’ οἴκους συνδέτους αἰκίζεται.
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
τὸν ἄνδρ’· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
70 αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ·
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.