Jebb (1891) · Jebb (1883)
1 Αν.Ὦ ΚΟΙΝΟΝ αὐτάδελφον Ἰσμήνης κάρα,
ἆρ’ οἶσθ’ ὅ τι Ζεὺς τῶν ἀπ’ Οἰδίπου κακῶν
ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;
οὐδὲν γὰρ οὔτ’ ἀλγεινὸν οὔτ’ ἄτης ἄτερ
5 οὔτ’ αἰσχρὸν οὔτ’ ἄτιμόν ἐσθ’, ὁποῖον οὐ
τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ’ ἐγὼ κακῶν.
καὶ νῦν τί τοῦτ’ αὖ φασὶ πανδήμῳ πόλει
κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως ;
ἔχεις τι κεἰσήκουσας ; ἤ σε λανθάνει
10 πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά ;
Ισ.ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων
οὔθ’ ἡδὺς οὔτ’ ἀλγεινὸς ἵκετ’, ἐξ ὅτου
δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,
μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·
15 ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς
ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ’ ὑπέρτερον,
οὔτ’ εὐτυχοῦσα μᾶλλον οὔτ’ ἀτωμένη.
Αν.ἤδη καλῶς, καί σ’ ἐκτὸς αὐλείων πυλῶν
τοῦδ’ οὕνεκ’ ἐξέπεμπον, ὡς μόνη κλύοις.
20 Ισ.τί δ’ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ’ ἔπος.
Αν.οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
τὸν μὲν προτίσας τὸν δ’ ἀτιμάσας ἔχει;
Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ
*χρήσει δικαίᾳ καὶ νόμου, κατὰ χθονὸς
25 ἔκρυψε, τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·
τὸν δ’ ἀθλίως θανόντα Πολυνείκους νέκυν
ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ
τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,
ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
30 θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ
κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ’ ἔχειν,
καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν
σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ’ ἄγειν
35 οὐχ ὡς παρ’ οὐδέν, ἀλλ’ ὃς ἂν τούτων τι δρᾷ,
φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
εἴτ’ εὐγενὴς πέφυκας εἴτ’ ἐσθλῶν κακή.
Ισ.τί δ’, ὦ ταλαῖφρον, εἰ τάδ’ ἐν τούτοις, ἐγὼ
40 λύουσ’ ἂν ἢ ’φάπτουσα προσθείμην πλέον;
Αν.εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
Ισ.ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ’ εἶ;
Αν.εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
Ισ.ἦ γὰρ νοεῖς θάπτειν σφ’, ἀπόρρητον πόλει;
45 Αν.τὸν γοῦν ἐμόν, καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς,
ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ’ ἁλώσομαι.
Ισ.ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
Αν.ἀλλ’ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ’ εἴργειν μέτα.
Ισ.οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ
50 ὡς νῷν ἀπεχθὴς δυσκλεής τ’ ἀπώλετο,
πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί·
ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
55 τρίτον δ’ ἀδελφὼ δύο μίαν καθ’ ἡμέραν
αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
κοινὸν κατειργάσαντ’ ἐπαλλήλοιν χεροῖν.
νῦν δ’ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
60 ὅσῳ κάκιστ’ ὀλούμεθ’, εἰ νόμου βίᾳ
60a ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.
ἀλλ’ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ’ ὅτι
ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα·
ἔπειτα δ’ οὕνεκ’ ἀρχόμεσθ’ ἐκ κρεισσόνων,
65 καὶ ταῦτ’ ἀκούειν κἄτι τῶνδ’ ἀλγίονα.
65a ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.