Jebb (1894) · Jebb (1883)
1 Πα.Ὦ ΤΟΥ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ ἔξεστί σοι
παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ’ ἀεί.
τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
5 τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·
αὕτη δ’, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ’ ὅδε
Ἥρας ὁ κλεινὸς ναός· οἷ δ’ ἱκάνομεν,
φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν,
10 πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε
πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
τοσόνδ’ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
15 νῦν οὖν, Ὀρέστα, καὶ σὺ φίλτατε ξένων
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·
ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
ἑῷα κινεῖ φθέγματ’ ὀρνίθων σαφῆ,
μέλαινά τ’ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
20 πρὶν οὖν τιν’ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ’ † ἐμὲν
ἵν’ οὐκέτ’ ὀκνεῖν καιρός, ἀλλ’ ἔργων ἀκμή.
Ορ.ὦ φίλτατ’ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.
25 ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
ἀλλ’ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
ἡμᾶς τ’ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.
τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ
30 ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
ἐγὼ γὰρ ἡνίχ’ ἱκόμην τὸ Πυθικὸν
μαντεῖον, ὡς μάθοιμ’ ὅτῳ τρόπῳ πατρὶ
δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
35 χρῇ μοι τοιαῦθ’ ὁ Φοῖβος ὧν πεύσει τάχα·
ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ
δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
ὅτ’ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,
40 δόμων ἔσω τῶνδ’, ἴσθι πᾶν τὸ δρώμενον,
ὅπως ἂν εἰδὼς ἡμῖν ἀγγείλῃς σαφῆ.
οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
γνῶσ’, οὐδ’ ὑποπτεύσουσιν ὧδ’ ἠνθισμένον.
λόγῳ δὲ χρῶ τοιῷδ’, ὅτι ξένος μὲν εἶ
45 Φωκεύς, παρ’ ἀνδρὸς Φανοτέως ἥκων· ὁ γὰρ
μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.
ἄγγελλε δ’ *ὅρκον προστιθεὶς ὁθούνεκα
τέθνηκ’ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,
ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων
50 δίφρων κυλισθείς· ὧδ’ ὁ μῦθος ἑστάτω.
ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
στέψαντες, εἶτ’ ἄψορρον ἥξομεν πάλιν,
τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
55 ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,
ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας
φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
τί γάρ με λυπεῖ τοῦθ’, ὅταν λόγῳ θανὼν
60 ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;
δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
λόγῳ μάτην θνήσκοντας· εἶθ’ ὅταν δόμους
ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
65 ὡς κἄμ’ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
δεδορκότ’ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐγχώριοι,
δέξασθέ μ’ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
σύ τ’, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι
70 δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
καὶ μή μ’ ἄτιμον τῆσδ’ ἀποστείλητε γῆς,
ἀλλ’ ἀρχέπλουτον καὶ καταστάτην δόμων.
εἴρηκα μέν νυν ταῦτα· σοὶ δ’ ἤδη, γέρον,
τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
75 νὼ δ’ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν
μέγιστος ἔργου παντός ἐστ’ ἐπιστάτης.