Jebb (1889) · Jebb (1883)
1 Οι.ΤΕΚΝΟΝ τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας
χώρους ἀφίγμεθ’ ἢ τίνων ἀνδρῶν πόλιν ;
τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν
τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν ;
5 σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ’ ἔτι
μεῖον φέροντα, καὶ τόδ’ ἐξαρκοῦν ἐμοί·
στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν
μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.
ἀλλ’, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις
10 ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,
στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα
ὅπου ποτ’ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν
ξένοι πρὸς ἀστῶν, ἂν δ’ ἀκούσωμεν τελεῖν.
Αν.πάτερ ταλαίπωρ’ Οἰδίπους, πύργοι μὲν οἳ
15 πόλιν στέγουσιν, ὡς ἀπ’ ὀμμάτων, πρόσω·
χῶρος δ’ ὅδ’ ἱρός, ὡς σάφ’ εἰκάσαι, βρύων
δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δ’
εἴσω κατ’ αὐτὸν εὐστομοῦσ’ ἀηδόνες·
οὗ κῶλα κάμψον τοῦδ’ ἐπ’ ἀξέστου πέτρου·
20 μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.
Οι.κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.
Αν.χρόνου μὲν οὕνεκ’ οὐ μαθεῖν με δεῖ τόδε.
Οι.ἔχεις διδάξαι δή μ’ ὅποι καθέσταμεν;
Αν.τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.
25 Οι.πᾶς γάρ τις ηὔδα τοῦτό γ’ ἡμῖν ἐμπόρων.
Αν.ἀλλ’ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;
Οι.ναί, τέκνον, εἴπερ ἐστί γ’ ἐξοικήσιμος.
Αν.ἀλλ’ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν
οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.
30 Οι.ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον ;
Αν.καὶ δὴ μὲν οὖν παρόντα· χὥ τι σοι λέγειν
εὔκαιρόν ἐστιν, ἔννεφ’, ὡς ἀνὴρ ὅδε.
Οι.ὦ ξεῖν’, ἀκούων τῆσδε τῆς ὑπέρ τ’ ἐμοῦ
αὑτῆς θ’ ὁρώσης οὕνεχ’ ἡμῖν αἴσιος
35 σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι—
Ξε.πρίν νυν τὰ πλείον’ ἱστορεῖν, ἐκ τῆσδ’ ἕδρας
ἔξελθ’· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.
Οι.τίς δ’ ἔσθ’ ὁ χῶρος; τοῦ θεῶν νομίζεται ;
Ξε.ἄθικτος οὐδ’ οἰκητός· αἱ γὰρ ἔμφοβοι
40 θεαί σφ’ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.
Οι.τίνων τὸ σεμνὸν ὄνομ’ ἂν εὐξαίμην κλύων;
Ξε.τὰς πάνθ’ ὁρώσας Εὐμενίδας ὅ γ’ ἐνθάδ’ ἂν
εἴποι λεώς νιν· ἄλλα δ’ ἀλλαχοῦ καλά.
Οι.ἀλλ’ ἵλεω μὲν τὸν ἱκέτην δεξαίατο·
45 ὡς οὐχ ἕδρας γῆς τῆσδ’ ἂν ἐξέλθοιμ’ ἔτι.
Ξε.τί δ’ ἐστὶ τοῦτο;
Οι.ξυμφορᾶς ξύνθημ’ ἐμῆς.
Ξε.ἀλλ’ οὐδ’ ἐμοί τοι τοὐξανιστάναι πόλεως
δίχ’ ἐστὶ θάρσος, πρίν γ’ ἂν ἐνδείξω τί δρῶ.
Οι.πρός νυν θεῶν, ὦ ξεῖνε, μή μ’ ἀτιμάσῃς,
50 τοιόνδ’ ἀλήτην, ὧν σε προστρέπω φράσαι.
Ξε.σήμαινε, κοὐκ ἄτιμος ἔκ γ’ ἐμοῦ φανεῖ.
Οι.τίς ἔσθ’ ὁ χῶρος δῆτ’ ἐν ᾧ βεβήκαμεν ;
Ξε.ὅσ’ οἶδα κἀγὼ πάντ’ ἐπιστήσει κλύων.
χῶρος μὲν ἱρὸς πᾶς ὅδ’ ἔστ’· ἔχει δέ νιν
55 σεμνὸς Ποσειδῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς
Τιτὰν Προμηθεύς· ὃν δ’ ἐπιστείβεις τόπον
χθονὸς καλεῖται τῆσδε χαλκόπους ὁδός,
ἔρεισμ’ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι
τόνδ’ ἱππότην Κολωνὸν εὔχονται σφίσιν
60 ἀρχηγὸν εἶναι, καὶ φέρουσι τοὔνομα
τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.
τοιαῦτά σοι ταῦτ’ ἐστίν, ὦ ξέν’, οὐ λόγοις
τιμώμεν’, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.