Jebb (1893) · Jebb (1883)

Before the palace of Oedipus in Thebes. Suppliants of all ages are seated on the steps of the altars. Oedipus enters, in the robes of a king: for a moment he gazes silently on the groups at the altars, then speaks.

1 Οι.Ὦ ΤΕΚΝΑ, Κάδμου τοῦ πάλαι νέα τροφή,
τίνας ποθ’ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι ;
πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
5 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·
ἁγὼ δικαιῶν μὴ παρ’ ἀγγέλων, τέκνα,
ἄλλων ἀκούειν αὐτὸς ὧδ’ ἐλήλυθα,
ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
ἀλλ’, ὦ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἔφυς
10 πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,
δείσαντες ἢ στέρξαντες ; ὡς θέλοντος ἂν
ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
Ιε.ἀλλ’, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
15 ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ’ ᾐθέων
λεκτοί· τὸ δ’ ἄλλο φῦλον ἐξεστεμμένον
20 ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς
ναοῖς, ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
ἤδη σαλεύει κἀνακουφίσαι κάρα
βυθῶν ἔτ’ οὐχ οἵα τε φοινίου σάλου,
25 φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
φθίνουσα δ’ ἀγέλαις βουνόμοις τόκοισί τε
ἀγόνοις γυναικῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
ὑφ’ οὗ κενοῦται δῶμα Καδμεῖον· μέλας δ’
30 Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ’ ἐγὼ
οὐδ’ οἵδε παῖδες ἑζόμεσθ’ ἐφέστιοι,
ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
35 ὅς γ’ ἐξέλυσας, ἄστυ Καδμεῖον μολών,
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν·
καὶ ταῦθ’ ὑφ’ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
οὐδ’ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
λέγει νομίζει θ’ ἡμῖν ὀρθῶσαι βίον·
40 νῦν τ’, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
ἀλκήν τιν’ εὑρεῖν ἡμῖν, εἴτε του θεῶν
φήμην ἀκούσας εἴτ’ ἀπ’ ἀνδρὸς οἶσθά που·
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45 ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
ἴθ’, ὦ βροτῶν ἄριστ’, ἀνόρθωσον πόλιν·
ἴθ’, εὐλαβήθηθ’· ὡς σὲ νῦν μὲν ἥδε γῆ
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
50 στάντες τ’ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον,
ἀλλ’ ἀσφαλείᾳ τήνδ’ ἀνόρθωσον πόλιν.
ὄρνιθι γὰρ καὶ τὴν τότ’ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
55 ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
Οι.ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
προσήλθεθ’ ἱμείροντες· εὖ γὰρ οἶδ’ ὅτι
60 νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται
μόνον καθ’ αὑτόν, κοὐδέν’ ἄλλον· ἡ δ’ ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σ’ ὁμοῦ στένει.
65 ὥστ’ οὐχ ὕπνῳ γ’ εὕδοντά μ’ ἐξεγείρετε,
ἀλλ’ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ’ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις.
ἣν δ’ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
70 Κρέοντ’, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
ἔπεμψα Φοίβου δώμαθ’, ὡς πύθοιθ’ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
καί μ’ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
75 ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
ὅταν δ’ ἵκηται, τηνικαῦτ’ ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθ’ ὅσ’ ἂν δηλοῖ θεός.