Jebb (1898) · Jebb (1883)
1 Οδ.ἈΚΤΗ μὲν ἥδε τῆς περιρρύτου χθονὸς
Λήμνου, βροτοῖς ἄστιπτος οὐδ’ οἰκουμένη·
ἔνθ’, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφείς,
Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ
5 Ποίαντος υἱὸν ἐξέθηκ’ ἐγώ ποτε,
ταχθεὶς τόδ’ ἔρδειν τῶν ἀνασσόντων ὕπο,
νόσῳ καταστάζοντα διαβόρῳ πόδα,
ὅτ’ οὔτε λοιβῆς ἡμῖν οὔτε θυμάτων
παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ’ ἀγρίαις
10 κατεῖχ’ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,
βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖ
λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,
μὴ καὶ μάθῃ μ’ ἥκοντα, κἀκχέω τὸ πᾶν
σόφισμα τῷ νιν αὐτίχ’ αἱρήσειν δοκῶ.
15 ἀλλ’ ἔργον ἤδη σὸν τὰ λοίφ’ ὑπηρετεῖν,
σκοπεῖν θ’ ὅπου ’στ’ ἐνταῦθα δίστομος πέτρα,
τοιάδ’, ἵν’ ἐν ψύχει μὲν ἡλίου διπλῆ
πάρεστιν ἐνθάκησις, ἐν θέρει δ’ ὕπνον
δι’ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή.
20 βαιὸν δ’ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ’ ἂν
ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
ἃ μοι προσελθὼν σῖγα σήμαιν’ εἴτ’ ἔχει
χῶρον *τὸν αὐτὸν τόνδ’ <ἔτ’>, εἴτ’ ἄλλῃ κυρεῖ,
ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,
25 ἐγὼ δὲ φράζω, κοινὰ δ’ ἐξ ἀμφοῖν *ἴῃ.
Νε.ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·
δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
Οδ.ἄνωθεν, ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
Νε.τόδ’ ἐξύπερθε· καὶ στίβου γ’ οὐδεὶς κτύπος.
30 Οδ.ὅρα καθ’ ὕπνον μὴ καταυλισθεὶς κυρῇ.
Νε.ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
Οδ.οὐδ’ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
Νε.στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
Οδ.τὰ δ’ ἄλλ’ ἔρημα, κοὐδέν ἐσθ’ ὑπόστεγον;
35 Νε.αὐτόξυλόν γ’ ἔκπωμα, φλαυρουργοῦ τινος
τεχνήματ’ ἀνδρός, καὶ πυρεῖ’ ὁμοῦ τάδε.
Οδ.κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
Νε.ἰοὺ ἰού· καὶ ταῦτά γ’ ἄλλα θάλπεται
ῥάκη, βαρείας του νοσηλείας πλέα.
40 Οδ.ἀνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,
κἄστ’ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
ἀλλ’ ἢ ’πὶ φορβῆς νόστον ἐξελήλυθεν,
ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
45 τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,
μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν
ἕλοιτό μ’ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νε.ἀλλ’ ἔρχεταί τε καὶ φυλάξεται στίβος·
σὺ δ’ εἴ τι χρήζεις, φράζε δευτέρῳ λόγῳ.
50 Οδ.Ἀχιλλέως παῖ, δεῖ σ’ ἐφ’ οἷς ἐλήλυθας
γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
ἀλλ’ ἤν τι καινόν, ὧν πρὶν οὐκ ἀκήκοας,
κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Νε.τί δῆτ’ ἄνωγας;
Οδ.τὴν Φιλοκτήτου σε δεῖ
55 Οδ.ψυχὴν ὅπως λόγοισιν ἐκκλέψεις λέγων.
ὅταν σ’ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,
λέγειν, Ἀχιλλέως παῖς· τόδ’ οὐχὶ κλεπτέον·
πλεῖς δ’ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
στράτευμ’ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,
60 οἵ σ’ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,
μόνην ἔχοντες τήνδ’ ἅλωσιν Ἰλίου,
οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων
ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,
ἀλλ’ αὔτ’ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσ’ ἂν
65 θέλῃς καθ’ ἡμῶν ἔσχατ’ ἐσχάτων κακά.
*τούτῳ γὰρ οὐδέν μ’ ἀλγυνεῖς· εἰ δ’ ἐργάσει
μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.
εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,
οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.
70 ὡς δ’ ἔστ’ ἐμοὶ μὲν οὐχί, σοὶ δ’ ὁμιλία
πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.
σὺ μὲν πέπλευκας οὔτ’ ἔνορκος οὐδενὶ
οὔτ’ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·
ἐμοὶ δὲ τούτων οὐδέν ἐστ’ ἀρνήσιμον.
75 ὥστ’ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,
ὄλωλα, καὶ σὲ προσδιαφθερῶ ξυνών.
ἀλλ’ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς
ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.
ἔξοιδα, *παῖ, φύσει σε μὴ πεφυκότα
80 τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·
ἀλλ’ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,
τόλμα· δίκαιοι δ’ αὖθις ἐκφανούμεθα.
νῦν δ’ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ
δός μοι σεαυτὸν κᾆτα τὸν λοιπὸν χρόνον
85 κέκλησο πάντων εὐσεβέστατος βροτῶν.