Jebb (1892) · Jebb (1883)
1 Δη.ΛΟΓΟΣ μὲν ἔστ’ ἀρχαῖος ἀνθρώπων φανείς,
ὡς οὐκ ἂν αἰῶν’ ἐκμάθοις βροτῶν, πρὶν ἂν
θάνῃ τις, οὔτ’ εἰ χρηστὸς οὔτ’ εἴ τῳ κακός·
ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,
5 ἔξοιδ’ ἔχουσα δυστυχῆ τε καὶ βαρύν·
ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως,
ναίουσ’ <ἔτ’> ἐν Πλευρῶνι, νυμφείων ὄκνον
ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.
μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,
10 ὅς μ’ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ’ αἰόλος
δράκων ἑλικτός, ἄλλοτ’ ἀνδρείῳ κύτει
βούπρῳρος· ἐκ δὲ δασκίου γενειάδος
κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.
15 τοιόνδ’ ἐγὼ μνηστῆρα προσδεδεγμένη
δύστηνος ἀεὶ κατθανεῖν ἐπηυχόμην
πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.
χρόνῳ δ’ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,
ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·
20 ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης
ἐκλύεταί με. καὶ τρόπον μὲν ἂν πόνων
οὐκ ἂν διείποιμ’· οὐ γὰρ οἶδ’· ἀλλ’ ὅστις ἦν
θακῶν ἀταρβὴς τῆς θέας, ὅδ’ ἂν λέγοι·
ἐγὼ γὰρ ἤμην ἐκπεπληγμένη φόβῳ,
25 μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.
τέλος δ’ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,
εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν
ξυστᾶσ’ ἀεί τιν’ ἐκ φόβου φόβον τρέφω,
κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει
30 καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
γήτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.
τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
35 ἀεὶ τὸν ἄνδρ’ ἔπεμπε λατρεύοντά τῳ.
νῦν δ’ ἡνίκ’ ἄθλων τῶνδ’ ὑπερτελὴς ἔφυ,
ἐνταῦθα δὴ μάλιστα ταρβήσασ’ ἔχω.
ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ’ ἀνάστατοι
40 ξένῳ παρ’ ἀνδρὶ ναίομεν, κεῖνος δ’ ὅπου
βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰς
ὠδῖνας αὑτοῦ προσβαλὼν ἀποίχεται.
σχεδὸν δ’ ἐπίσταμαί τι πῆμ’ ἔχοντά νιν·
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ’ ἤδη δέκα
45 μῆνας πρὸς ἄλλοις πέντ’ ἀκήρυκτος μένει.
κἄστιν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ
δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ
θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.
Τρ.δέσποινα Δηάνειρα, πολλὰ μέν σ’ ἐγὼ
50 κατεῖδον ἤδη πανδάκρυτ’ ὀδύρματα
τὴν Ἡράκλειον ἔξοδον γοωμένην·
νῦν δ’, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν
γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν·
πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ
55 ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,
μάλιστα δ’ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς
νέμοι τιν’ ὥραν τοῦ καλῶς πράσσειν δοκεῖν;
ἐγγὺς δ’ ὅδ’ αὐτὸς ἀρτίπους θρῴσκει δόμους·
ὥστ’ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,
60 πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ’ ἐμοῖς λόγοις.