Coulon (1923) · Athenian Society (1912)
1 Δι.Ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,
ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·
ἃ δ' ὠδυνήθην, ψαμμακοσιογάργαρα.
Φέρ' ἴδω, τί δ' ἥσθην ἄξιον χαιρηδόνος;
5 Ἐγᾦδ' ἐφ' ᾧ γε τὸ κέαρ εὐφράνθην ἰδών,
τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
Ταῦθ' ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας
διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.
Ἀλλ' ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
10 ὅτε δὴ 'κεχήνη προσδοκῶν τὸν Αἰσχύλον,
ὁ δ' ἀνεῖπεν· «Εἴσαγ', ὦ Θέογνι, τὸν χορόν».
Πῶς τοῦτ' ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;
Ἀλλ' ἕτερον ἥσθην, ἡνίκ' ἐπὶ Μόσχῳ ποτὲ
Δεξίθεος εἰσῆλθ' ᾀσόμενος Βοιώτιον.
15 Τῆτες δ' ἀπέθανον καὶ διεστράφην ἰδών,
ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.
Ἀλλ' οὐδεπώποτ' ἐξ ὅτου 'γὼ ῥύπτομαι
οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς
ὡς νῦν, ὁπότ' οὔσης κυρίας ἐκκλησίας
20 ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,
οἱ δ' ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω
τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.
Οὐδ' οἱ πρυτάνεις ἥκουσιν, ἀλλ' ἀωρίαν
ἥκοντες, εἶτα δ' ὠστιοῦνται πῶς δοκεῖς
25 ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,
ἁθρόοι καταρρέοντες· εἰρήνη δ' ὅπως
ἔσται προτιμῶσ' οὐδέν· ὦ πόλις πόλις.
Ἐγὼ δ' ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν
νοστῶν κάθημαι· κᾆτ' ἐπειδὰν ὦ μόνος,
30 στένω, κέχηνα, σκορδινῶμαι, πέρδομαι,
ἀπορῶ, γράφω, παρατίλλομαι, λογίζομαι,
ἀποβλέπων εἰς τὸν ἀγρόν, εἰρήνης ἐρῶν,
στυγῶν μὲν ἄστυ, τὸν δ' ἐμὸν δῆμον ποθῶν,
ὃς οὐδεπώποτ' εἶπεν· «Ἄνθρακας πρίω»,
35 οὐκ ὄξος, οὐκ ἔλαιον, οὐδ' ᾔδει πρίω,
ἀλλ' αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.
Νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος
βοᾶν, ὑποκρούειν, λοιδορεῖν τοὺς ῥήτορας,
ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.
40 Ἀλλ' οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.
Οὐκ ἠγόρευον; τοῦτ' ἐκεῖν' οὑγὼ 'λεγον·
εἰς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.
Κη.Πάριτ' εἰς τὸ πρόσθεν,
πάριθ', ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.
45 Αμ.Ἤδη τις εἶπε;
Κη.Τίς ἀγορεύειν βούλεται;
Αμ.Ἐγώ.
Κη.Τίς ὤν;
Αμ.Ἀμφίθεος.
Κη.Οὐκ ἄνθρωπος;
Αμ.Οὔ,
ἀλλ' ἀθάνατος. Ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν
καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·
γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
50 ἐξ ἧς Λυκῖνος ἐγένετ'· ἐκ τούτου δ' ἐγώ.
Ἀθάνατός εἰμ'· ἐμοὶ δ' ἐπέτρεψαν οἱ θεοὶ
σπονδὰς ποεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
Ἀλλ' ἀθάνατος ὤν, ἄνδρες, ἐφόδι' οὐκ ἔχω·
οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.
Κη.Οἱ τοξόται.
55 Αμ.Ὦ Τριπτόλεμε καὶ Κελεέ, περιόψεσθέ με;
Δι.Ὦνδρες πρυτάνεις, ἀδικεῖτε τὴν ἐκκλησίαν
τὸν ἄνδρ' ἀπάγοντες, ὅστις ἡμῖν ἤθελεν
σπονδὰς ποεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.
Κη.Κάθησο, σῖγα.
Δι.Μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ,
60 ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.