Coulon (1923) · Athenian Society (1912)
1 Οι. ΑʹἸατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
Κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
Ἐξ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν
5 πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
Οικ. ΒʹΚάκιστα δῆθ' οὗτός γε πρῶτος Παφλαγόνων
αὐταῖς διαβολαῖς.
Οι. ΑʹὮ κακόδαιμον, πῶς ἔχεις;
Οικ. ΒʹΚακῶς καθάπερ σύ.
Οι. ΑʹΔεῦρο δὴ πρόσελθ', ἵνα
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
10 Οι. ΒʹΜυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
Οι. ΑʹΤί κινυρόμεθ' ἄλλως; Οὐκ ἐχρῆν ζητεῖν τινα
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
Οικ. ΒʹΤίς οὖν γένοιτ' ἄν;
Οι. ΑʹΛέγε σύ.
Οικ. ΒʹΣὺ μὲν οὖν μοι λέγε,
ἵνα μὴ μάχωμαι.
Οι. ΑʹΜὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.
15 Ἀλλ' εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
17 Οικ. ΒʹἈλλ' οὐκ ἔνι μοι τὸ θρέττε. Πῶς ἂν οὖν ποτε
εἴποιμ' ἂν αὐτὸ δῆτα κομψευριπικῶς; —
Πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
19 Οι. ΑʹΜή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς·
20 ἀλλ' εὑρέ τιν' ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
Οικ. ΒʹΛέγε δὴ μο — λω — μεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
Οι. ΑʹΚαὶ δὴ λέγω· Μολωμεν.
Οικ. ΒʹἘξόπισθέ νυν
αὐ — το φάθι τοῦ μολωμεν.
Οι. ΑʹΑὐτο.
Οικ. ΒʹΠάνυ καλῶς.
Ὥσπερ δεφόμενός νυν ἀτρέμα πρῶτον λέγε
25 τὸ μολωμεν, εἶτα δ' αὐτο, κᾆτ' ἐπάγων πυκνόν.
Οι. ΑʹΜολωμεν αὐτο μολωμεν αὐτομολῶμεν.
Οικ. ΒʹἬν,
οὐχ ἡδύ;
Οι. ΑʹΝὴ Δία· πλήν γε περὶ τῷ δέρματι
δέδοικα τουτονὶ τὸν οἰωνόν.
Οικ. ΒʹΤί δαί;
Οι. ΑʹὉτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
30 Οικ. ΒʹΚράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
Οι. ΑʹΠοῖον βρέτας; ⟨Φέρ'⟩ ἐτεὸν ἡγεῖ γὰρ θεούς;
Οικ. ΒʹἜγωγε.
Οι. ΑʹΠοίῳ χρώμενος τεκμηρίῳ;
Οικ. ΒʹὉτιὴ θεοῖσιν ἐχθρός εἰμ'. Οὐκ εἰκότως;
35 Οι. ΑʹΕὖ προσβιβάζεις μ'. Ἀλλ' ἑτέρᾳ πῃ σκεπτέον.
Βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
Οικ. ΒʹΟὐ χεῖρον· ἓν δ' αὐτοὺς παραιτησώμεθα,
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποεῖν,
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
40 Οι. ΑʹΛέγοιμ' ἂν ἤδη. Νῷν γάρ ἐστι δεσπότης
ἄγροικος ὀργήν, κυαμοτρώξ, ἀκράχολος,
Δῆμος Πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. Οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
ἐπρίατο δοῦλον βυρσοδέψην, Παφλαγόνα
45 πανουργότατον καὶ διαβολώτατόν τινα.
Οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλ', ἐθώπευ', ἐκολάκευ', ἐξηπάτα
κοσκυλματίοις ἄκροισι, τοιαυτὶ λέγων·
50 «Ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἐνθοῦ, ῥόφησον, ἔντραγ', ἔχε τριώβολον.
Βούλει παραθῶ σοι δόρπον;» Εἶτ' ἀναρπάσας
ὅ τι ἄν τις ἡμῶν σκευάσῃ τῷ δεσπότῃ
Παφλαγὼν κεχάρισται τοῦτο. Καὶ πρώην γ' ἐμοῦ
55 μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
πανουργότατά πως παραδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπ' ἐμοῦ μεμαγμένην.
Ἡμᾶς δ' ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
60 δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
Ἄιδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
Ὁ δ' αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
τέχνην πεπόηται· τοὺς γὰρ ἔνδον ἄντικρυς
ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
65 ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
αἰτεῖ, ταράττει, δωροδοκεῖ λέγων τάδε·
«Ὁρᾶτε τὸν Ὕλαν δι' ἐμὲ μαστιγούμενον;
Εἰ μή μ' ἀναπείσετ', ἀποθανεῖσθε τήμερον.»
Ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
70 ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
Νῦν οὖν ἁνύσαντε φροντίσωμεν, ὦγαθέ,
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.